Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 19.346 Joseph. AJ 19.350 (English) >>Joseph. AJ 19.356

19.348ἀλλʼ ἐπὶ τῆς μακαριζομένης λαμπρότητος.” ταῦθʼ ἅμα λέγων ἐπιτάσει τῆς ὀδύνης κατεπονεῖτο· μετὰ σπουδῆς οὖν εἰς τὸ βασίλειον ἐκομίσθη καὶ διῇξε λόγος εἰς πάντας, ὡς ἔχοι τοῦ τεθνάναι παντάπασι μετʼ ὀλίγον. 19.349 πληθὺς δʼ αὐτίκα σὺν γυναιξὶν καὶ παισὶν ἐπὶ σάκκων καθεσθεῖσα τῷ πατρίῳ νόμῳ τὸν θεὸν ἱκέτευεν ὑπὲρ τοῦ βασιλέως, οἰμωγῆς δὲ πάντʼ ἦν ἀνάπλεα καὶ θρήνων. ἐν ὑψηλῷ δʼ βασιλεὺς δωματίῳ κατακείμενος καὶ κάτω βλέπων αὐτοὺς πρηνεῖς καταπίπτοντας ἄδακρυς οὐδʼ αὐτὸς διέμενεν. 19.350συνεχεῖς δʼ ἐφʼ ἡμέρας πέντε τῷ τῆς γαστρὸς ἀλγήματι διεργασθεὶς τὸν βίον κατέστρεψεν, ἀπὸ γενέσεως ἄγων πεντηκοστὸν ἔτος καὶ τέταρτον, τῆς βασιλείας δʼ ἕβδομον. 19.351τέτταρας μὲν οὖν ἐπὶ Γαΐου Καίσαρος ἐβασίλευσεν ἐνιαυτοὺς τῆς Φιλίππου μὲν τετραρχίας εἰς τριετίαν ἄρξας, τῷ τετάρτῳ δὲ καὶ τὴν Ἡρώδου προσειληφώς, τρεῖς δʼ ἐπιλαβὼν τῆς Κλαυδίου Καίσαρος αὐτοκρατορίας, ἐν οἷς τῶν τε προειρημένων ἐβασίλευσεν καὶ τὴν Ἰουδαίαν προσέλαβεν Σαμάρειάν τε καὶ Καισάρειαν. 19.352προσωδεύσατο δʼ ὅτι πλείστας αὐτῶν προσφορὰς διακοσίας ἐπὶ χιλίαις μυριάδας, πολλὰ μέντοι προσεδανείσατο· τῷ γὰρ φιλόδωρος εἶναι δαψιλέστερα τῶν προσιόντων ἀνήλισκεν, ἦν δὲ ἀφειδὲς αὐτοῦ τὸ φιλότιμον. 19.353

Ἀγνοουμένης γε μὴν τοῖς πλήθεσιν τῆς ἐκπνοῆς αὐτοῦ συμφρονήσαντες Ἡρώδης τε τῆς Χαλκίδος δυναστεύων καὶ Ἑλκίας ἔπαρχος καὶ φίλος τοῦ βασιλέως Ἀρίστωνα ἔπεμψαν τῶν ὑπηρετῶν τὸν ἐπιτήδειον καὶ Σίλαν, ἐχθρὸς γὰρ ἦν αὐτοῖς, ἀπέσφαξαν ὡς δὴ τοῦ βασιλέως κελεύσαντος.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 19.346 Joseph. AJ 19.350 (English) >>Joseph. AJ 19.356

Powered by PhiloLogic